background
 
Οἱ τρεῖς γίγαντες τοῦ ἐχθροῦ
καὶ ὁ κατ᾿ αὐτῶν ἀγών
(Σύντομος ὑπόμνησις του μακαριστού Γέροντος Ευσεβίου Βίττη)


῎Αγνοια. ῾Η πάντων τῶν κακῶν μήτηρ, ἡ τὸν λογισμὸν σκοτίζουσα.
Λήθη. ῾Η ταύτης ἀδελφὴ καὶ συνεργός.
Ραθυμία. ῾Η ὀλέθριος, ἡ ματαιοῦσα καὶ ἐκκλίνουσα ἀπὸ ζωῆς τὸν νοῦν καὶ τὰς ἀνωτέρω δύο κακίας στηρίζουσα καὶ κραταιοῦσα καὶ σύστασιν ταύταις παρεχομένη καὶ τιῆ ἀμελεστάτῃ ψυχιῆ τὸ ἔμφυτον κακὸν ἐργαζομένη. Αἱ τρεῖς αὖται κακίαι στηρίζουσιν ἀλλήλας καὶ χωρὶς ἀλλήλων συστῆναι οὐ δύνανται. Δι᾿ αὐτῶν δὲ ὑποστηρίζεται καὶ ἡ τῶν πονηρῶν πνευμάτων στρατιὰ ἡ καλλιεργοῦσα τὰ τῆς ψυχῆς πάθη.

῾Η κατ᾿ αὐτῶν ἀντίδρασις

α. ᾿Ανίχνευσον ἐπιμελῶς τοὺς τρεῖς τούτους δυνατοὺς τοῦ διαβόλου γίγαντας κατὰ τὴν ἐμφάνισιν καὶ ἐκδήλωσίν αὐτῶν.
β. ᾿ Επίδειξον πολλὴν προσοχὴν καὶ ἐπιστασίαν ἐπὶ τοῦ ἐσωτερικοῦ σου.
γ. Καλλιέργησον μνήμην ἀγαθὴν ὅσων εἰσὶν ἀληθῆ, σεμνά, δίκαια, ἁγνά, εὔφημα, ἐπαίνου καὶ ἀρετῆς ῍ἄξια, καὶ ἐν τοῖς μάλιστα μνήσθητι τῶν εὐεργεσιῶν τοῦ Θεοῦ καὶ τοῦ λόγου αὐτοῦ.
δ. Ἐπιδίωξον ἔχειν γνῶσιν πεφωτισμένην τῶν πρὸς σωτηρίαν, ἀντιγρη-γορῶν πρὸς τὸ σκότος τῆς ἀγνοίας.
ε. ῾Οπλίσθητι προθυμίᾳ ἀρίστῃ, ἐνισχυούσῃ τὴν ψυχὴν εἰς ἐξάλειψιν τῶν τριῶν τούτων γιγάντων τοῦ ᾿Εχθροῦ καὶ δὴ τῆς ἀθέου ραθυμίας.
῎Ασκησον βίαν, καθόσον ἡ βασιλεία τοῦ Θεοῦ βιάζεται καὶ μοναχός ἐστιν διηνεκὴς βία
ζ. Προσκατέρει ἐπιμόνως καὶ προσεχείᾳ πολλῆ τιῆ προσευχιῆ καὶ τιῆ δεήσει, ἐν ἐπικλήσειτοῦ ἐλέους καὶ τῆς χάριτος τοῦ Θεοῦ διὰ πρεσβειῶν τῆς παναγίας Θεομήτορος καὶ τῶν ῾Αγίων.

Γνώσει οὖν ἀληθεῖ καὶ μνήμῃ πυκνῆ τῶν θείων λογίων συνίσταται συμφωνία χάριτος ἐνεργοῦ καὶ ἀγῶνος τῆς ψυχῆς ἐνισχυομένης εἰς τὴν καθ᾿ ἑαυτῆς βίαν. Τούτων δὲ ἁπάντων ζέοντι πνεύ-ματι καὶ ἀγάπῃ θερμιῆ ψυχῆς ἀσκουμένων τῶν τριῶν τούτων γιγάντων ἡ ἰσχὺς ἀφανίζεται τῆς χάριτος τοῦ Θεοῦ βασιλευούσης ἐν τιῆ ψυχιῆ.

᾿Αμὴν